Judges 9:1
Καὶ ἐπορεύθη Ἀβιμέλεχ υἱὸς Ἱεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ· καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ, λέγων,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 33:18Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ, πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας· καὶ παρενέλαβε κατὰ πρόσωπον τῆς πόλεως.
Joshua 20:7Καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ, καὶ τὴν πόλιν Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρὼν, ἐν τῷ ὄρει τῷ Ἰούδα.
Judges 8:31Καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχὲμ, καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱὸν, καὶ ἔθηκε τὸ ὄνομα Ἀβιμέλεχ.
1 Kings 12:1Καὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.
1 Kings 12:20Καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ἰούδα καὶ Βενιαμὶν μόνοι.
Jeremiah 18:18Καὶ εἶπεν, δεῦτε καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.