Lamentations 1:8
ΗΘ. Ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλὴμ, διατοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν, ἐταπείνωσαν αὐτήν· εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 2:30Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἶπα, ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησι Κὺριος, μηδαμῶς ἐμοὶ, ὅτι ἀλλʼ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται.
1 Kings 9:6Ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπʼ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
1 Kings 9:9Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπʼ αὐτοὺς τὴν κακίαν ταύτην. Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
Isaiah 59:2Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον τοῦ Θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον ἀφʼ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
Jeremiah 6:28πάντες ἀνήκοοι πορεύομενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.
Jeremiah 13:26κᾀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου,