bible.software › Lamentations › Lamentations 2 › Lamentations 2:16
Lamentations 2:16
ΑΙΝ. Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσυρίσαν καὶ ἔβρυξαν ὀδόντας, καὶ εἶπαν, κατεπίομεν αὐτήν· πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν, εὕρομεν αὐτὴν, εἴδομεν.
μετάφραση των εβδομήκοντα
In The King James Version
All thine enemies have opened their mouth against thee: they hiss and gnash the teeth: they say, We have swallowed her up: certainly this is the day that we looked for; we have found, we have seen it.
In Context
15ΣΑΜΕΧ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδὸν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς;
17ΦΗ. Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ῥῆμα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων· καθεῖλε, καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρὸν, ὕψωσε κέρας θλίβοντός σε.
Read all of Lamentations 2
Cross References
Job 16:9Ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσαν.
Psalms 41:8Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου· πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.
Psalms 57:3Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.
This Verse In Other Editions
Study Lamentations 2:16