Leviticus 15:31
Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν· καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν, ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
32Οὗτος ὁ νόμος τοῦ γονοῤῥυοῦς· καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ,
Cross References
Leviticus 13:59Οὗτος ὁ νόμος ἁφῆς λέπρας ἱματίου ἐρέου, ἢ στυππυίνου, ἢ στήμονος, ἢ κρόκης, ἢ παντὸς σκεύους δερματίνου, εἰς τὸ καθαρίσαι αὐτὸ, ἢ μιᾶναι αὐτό.
Leviticus 20:3Καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου, καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.
Numbers 5:3Ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
Numbers 19:20Καὶ ἄνθρωπος ὃς ἂν μιανθῇ, καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπʼ αὐτόν· ἀκάθαρτός ἐστι.
Ezekiel 23:38Ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον, καὶ τὰ σάββατά μου ἐβεβήλουν,