Leviticus 19:17
Οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ διʼ αὐτὸν ἁμαρτίαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
16Οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου· οὐκ ἐπιστήσῃ ἐφʼ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
Cross References
Genesis 27:41Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.
Proverbs 9:8Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε.
Proverbs 27:5Κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.