Leviticus 19:34
Ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν· ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
33Ἐὰν δέ τις προσέλθῃ ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν.
35Οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς.
Cross References
Exodus 12:49Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ, καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν.
Leviticus 19:18Καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ· καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι Κύριος.
Deuteronomy 23:8Οὐ βδελύξῃ Ἰδουμαῖον, ὅτι ἀδελφός σού ἐστίν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ.
Ezekiel 47:22Βαλεῖτε αὐτὴν ἐν κλήρῳ, ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῶν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθʼ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραὴλ,