Leviticus 23:13
Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ Κυρίῳ, ὀσμὴ εὐωδίας Κυρίῳ· καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἳν οἴνου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 30:9Καὶ οὐκ ἀνοίσει ἐπʼ αὐτοῦ θυμίαμα ἕτερον· κάρπωμα, θυσίαν, και σπονδὴν οὐ σπείσεις ἐπʼ αὐτοῦ.
Leviticus 2:14Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ· καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων.
Leviticus 14:10Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται δύο ἀμνοὺς ἀμώμους ἑνιαυσίους, καὶ πρόβατον ἄμωμον ἑνιαύσιον, καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίῳ, καὶ κοτύλην ἐλαίου μίαν.
Numbers 15:5Καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἴν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.
Ezekiel 4:11Καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι, καὶ τὸ ἕκτον τοῦ εἲν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.
Ezekiel 46:14Καὶ μαναὰ ποιήσει ἐπʼ αὐτῷ τὸπρωῒ, ἕκτον τοῦ μέτρου, καὶ ἐλαίου τρίτον τοῦ εἲν τοῦ ἀναμίξαι τὴν σεμίδαλιν μαναὰ τῷ Κυρίῳ, πρόσταγμα διαπαντός.