Leviticus 26:41
καὶ ἐγὼ ἐπορεύθην μετʼ αὐτῶν ἐν θυμῷ πλαγίῳ· καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσι τὰς ἁμαρτίας αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
42Καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ, καὶ τῆς διαθήκης Ἰσαὰκ, καὶ τῆς διαθήκης Ἁβραὰμ μνησθήσομαι.
Cross References
Exodus 10:3Εἰσῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ, καὶ εἶπαν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἐβραίων, ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἔξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.
1 Kings 21:29Καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
2 Chronicles 12:12Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν, ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδα ἦσαν λόγοι ἀγαθοί.
2 Chronicles 33:12Καὶ ὡς ἐθλίβη, ἐζήτησε τὸ πρόσωπον Θεοῦ τοῦ Κυρίου αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Θεοῦ πατέρων αὐτοῦ,
2 Chronicles 33:23Καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου ὡς ἐταπεινώθη Μανασσῆς ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς αὐτοῦ Ἀμὼν ἐπλήθυνε πλημμέλειαν.
Ezra 9:15Κύριε ὁ Θεὸς Ἰσραὴλ, δίκαιος σὺ, ὅτι κατελείφθημεν διασωζόμενοι, ὡς ἡ ἡμέρα αὕτη· ἰδοὺ ἡμεις ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν, ὅτι οὐκ ἔστι στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ.