Leviticus 5:11
Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νοσσούς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 16:36Τὸ δὲ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.
Leviticus 2:4Ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐκ κλιβάνου δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ.
Leviticus 5:6Καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
Leviticus 5:12Καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα· καὶ δραξάμενος ὁ ἱερεὺς ἀπʼ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ· ἁμαρτία ἐστί.
Leviticus 14:21Ἐὰν δὲ πένηται, καὶ ἡ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ, λήψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα, ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν, καὶ κοτύλην ἐλαίου μίαν,
Numbers 5:15καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.