Leviticus 8:21
Καὶ προσήγαγε Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 8:21Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς, οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα.
Exodus 40:16Καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε.
Leviticus 1:13Καὶ τὰ ἐγκοίλια, καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα, καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστι θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.
Leviticus 2:9Καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον, ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, κάρπωμα· ὀσμὴ εὐωδίας Κυρίῳ.
Leviticus 8:13Καὶ προσήγαγε Μωυσῆς τοὺς υἱοὺς Ἀαρὼν, καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας, καὶ ἔζωσεν αὐτοὺς ζώνας, καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.