Leviticus 9:24
Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα, καὶ τὰ στέατα· καὶ εἶδε πᾶς ὁ λαὸς, καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 4:3Καὶ ἐγένετο μεθʼ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ·
Genesis 17:3Καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ.
Leviticus 6:13τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τὸπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τοδειλινόν.
Numbers 14:5Καὶ ἔπεσε Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
Numbers 23:21Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
Judges 13:19Καὶ ἔλαβε Μανωὲ τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν, καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ Κυρίῳ· καὶ διεχώρισε ποιῆσαι, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες.