Malachi 1:7
Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε, ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστί, καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 2:11Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε Κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην, καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπʼ αὐτοῦ, καρπῶσαι Κυρίῳ δῶρον.
Deuteronomy 15:21Ἐὰν δὲ ἠ· ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλον, μῶμον πονηρὸν, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ Θεῷ σου.
Ezekiel 41:22θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ, καὶ τὸ μῆκος πηχῶν δύο, καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχε, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπε πρὸς μὲ, αὕτη ἡ τράπεζα, ἡ πρὸ προσώπου Κυρίου.
Malachi 1:12Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς, τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ·