Malachi 2:9
Κᾀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθʼ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 1:17Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ῥῆμα ὃ ἐὰν σκληρὸν ἠ· ἀφʼ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπʼ ἐμὲ, καὶ ἀκούσομαι αὐτό.
1 Kings 22:28Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.
Proverbs 10:7Μνήμη δικαίων μετʼ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
Jeremiah 28:15Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν ουρανὸν,
Ezekiel 13:21Καὶ διαῤῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.