Malachi 3:12
Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ.
μετάφραση των εβδομήκοντα
In The King James Version
And all nations shall call you blessed: for ye shall be a delightsome land, saith the LORD of hosts.
In Context
13Ἐβαρύνατε ἐπʼ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος· καὶ εἴπατε, ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ;
Cross References
Deuteronomy 8:7Ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, οὗ χείμαῤῥοι ὑδάτων, καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·
2 Chronicles 32:23Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ, καὶ δόματα τῷ Ἐζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερῄρθη κατʼ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.
Isaiah 61:9Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα ηὐλογημένον ὑπὸ Θεοῦ,
Isaiah 62:5Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
Zephaniah 3:19Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἔνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.