Micah 1:16
Ξύρησαι, καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 28:41Υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονται· ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.
2 Kings 17:6Ἐν ἔτει ἐννάτῳ Ὠσῆε συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων.
Isaiah 3:16Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι·
Isaiah 22:12Καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,
Jeremiah 4:8Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν.
Jeremiah 7:29Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος, καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα.