Micah 1:6
Καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ, καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 18:9Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανασσὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν, καὶ ἐπολιόρκει ἐπʼ αὐτὴν,
2 Kings 19:25Ἔπλασα αὐτὴν, συνήγαγον αὐτήν· καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς.
Isaiah 25:12Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.
Jeremiah 51:25Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι, ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήκαμεν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε.
Lamentations 4:1ΑΛΕΦ. Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν; ἐξεχύθησαν λίθοι ἅγιοι ἐπʼ ἀρχῆς πασῶν ἐξόδων.