Micah 3:11
οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις,
Cross References
Numbers 22:7Καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ, καὶ ἡ γερουσία Μαδιὰμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν· καὶ ἦλθον πρὸς Βαλαὰμ, καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ.
1 Samuel 8:3Καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ· καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας, καὶ ἐλάμβανον δῶρα, καὶ ἐξέκλινον δικαιώματα.
Proverbs 17:23Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοὶ, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
Isaiah 48:2καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος σαβαὼθ ὄνομα αὐτῷ.
Jeremiah 5:12ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν, καὶ εἶπαν, οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφʼ ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα.
Jeremiah 7:4Μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς, λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.