Micah 6:9
Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ· ἄκουε φυλὴ, καὶ τίς κοσμήσει πόλιν;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικίας;
Cross References
2 Samuel 21:1Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου· καὶ εἶπε Κύριος, ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.
Job 5:6Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος.
Job 10:2καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;
Psalms 9:16Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν.
Proverbs 22:3Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.