Micah 7:3
ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 21:9Καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ Ἄδερ, λέγετε τῷ κυρίῳ ὑμῶν, πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι· καὶ ἀπῇραν οἱ ἄνδρες, καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
Proverbs 16:30Στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστι κακίας.
Isaiah 26:21Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντασἐ πὶ τῆς γῆς· καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.
Jeremiah 4:22Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοὶ, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
Ezekiel 22:6Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ, συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα.
Ezekiel 34:21Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε.