Nahum 3:10
Καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπʼ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους· καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
11Καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.
Cross References
2 Kings 8:12Καὶ εἶπεν Ἀζαὴλ, τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν, ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῥῥήξεις.
Psalms 137:8Κύριε ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Isaiah 13:16Καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.
Lamentations 2:19ΚΩΦ. Ἀνάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου, τῶν ἐκλυομένων λιμῷ ἐπʼ ἀρχῆς πασῶν ἐξόδων.
Ezekiel 29:7ὅτε ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.
Joel 3:3Καὶ δώσω τέρατα ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.