Numbers 10:9
Ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖ, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 8:1Καὶ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων, ὅσα ἦν μετʼ αὐτοῦ ἐν τῇ κιβωτῷ· καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.
Deuteronomy 20:1Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπʼ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου.
Judges 2:18Καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτὰς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς.
Judges 4:2Καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναὰν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἂρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν.
Judges 6:34Καὶ πνεῦμα Κυρίου ἐνέδυσε τὸν Γεδεὼν, καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ ἐβόησεν Ἀβιέζερ ὀπίσω αὐτοῦ.
Judges 10:8Καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμοῤῥὶ τοῦ ἐν Γαλαάδ.