Numbers 12:14
Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
13Καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον, λέγων, ὁ Θεὸς δέομαί σου, ἴασαι αὐτήν.
15Καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθαρίσθη Μαριάμ.
Cross References
Leviticus 13:45Καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται.
Numbers 5:2πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.
2 Chronicles 26:20Καὶ ἐπέστρεψε πρὸς αὐτὸν Ἀζαρίας ὁ ἱερεὺς ὁ πρῶτος, καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.
Job 30:10Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.