Numbers 14:43
Ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ, οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
42Μὴ ἀναβαίνετε, οὐ γάρ ἐστι Κύριος μεθʼ ὑμῶν· καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν.
Cross References
Numbers 13:29Καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς Νότον· καὶ ὁ Χετταῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Ἀμοῤῥαῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ· καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν, καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν.
Deuteronomy 28:25Δῴη σε Κύριος ἐπὶ κοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείαις τῆς γῆς.
Joshua 22:15Καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ῥουβὴν, καὶ πρὸς τοὺς υἱοὺς Γὰδ, καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαάδ· καὶ ἐλάλησαν πρὸς αὐτοὺς, λέγοντες,
1 Chronicles 28:9Καὶ νῦν Σαλωμὼν υἱὲ, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ· καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος, καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.
Psalms 44:10θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
Hosea 9:12Διότι καὶ ἐὰν ἐκθρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστι· σάρξ μου ἐξ αὐτῶν.