Numbers 20:22
Καὶ ἀπῇραν ἐκ Καδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
23Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ, λέγων,
Cross References
Numbers 13:26Καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς,
Numbers 20:14Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων, τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς.
Numbers 21:4Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρᾶν, περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.
Numbers 33:37Καὶ ἀπῇραν ἐκ Κάδης, καὶ παρενέβαλον εἰς Ὢρ τὸ ὄρος πλησίον γῆς Ἐδώμ.
Ezekiel 47:19Καὶ τὰ πρὸς Νότον καὶ Λίβα ἀπὸ Θαιμὰν καὶ φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδὴμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·