Numbers 20:28
καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 29:28Καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστι γὰρ ἀφόρισμα τοῦτο· καὶ ἀφαίρεμα ἕσται παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ.
Numbers 20:1Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, πᾶσα ἡ συναγωγὴ, εἰς τὴν ἔρημον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης· καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ.
Numbers 27:16ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
Numbers 33:38Καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου, καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός.
Deuteronomy 31:7Καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραὴλ, ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς.
Deuteronomy 34:5Καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος Κυρίου.