Numbers 21:28
ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἑσεβὼν, φλὸξ ἐκ πόλεως Σηὼν, καὶ κατέφαγεν ἕως Μωὰβ, καὶ κατέπιε στήλας Ἀρνῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
27Διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταὶ, ἔλθετε εἰς Ἐσεβὼν, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών·
Cross References
Numbers 21:15Καὶ τοὺς χιμάῤῥους κατέστησε κατοικίσαι Ἤρ· καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.
Deuteronomy 2:9Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ ἐχθραίνετε τοῖς Μωαβιταῖς, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Ἀροὴρ κληρονομεῖν.
Judges 9:15Καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα, εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφʼ ὑμᾶς, δεῦτε, ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπʼ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.
Isaiah 10:16ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
Amos 1:7Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.