Numbers 22:32
Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ, διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, καὶ ἰδοῦσά με ἡ ὄνος, ἐξέκλινεν ἀπʼ ἐμοῦ τρίτον τοῦτο.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
33Καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δʼ ἂν περιεποιησάμην.
Cross References
Exodus 3:2Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
Numbers 22:22Καὶ ὠργίσθη θυμῷ ὁ Θεὸς ὅτι ἐπορεύθη αὐτός· καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ οἱ δύο παῖδες αὐτοῦ μετʼ αὐτοῦ.
Numbers 22:35Καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαὰμ, συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ λαλῆσαι. Καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ.
Deuteronomy 25:4Οὐ φιμώσεις βοῦν ἀλοῶντα.
Psalms 145:9Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
Proverbs 14:2Ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.