Numbers 24:1
Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραὴλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 22:13Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, εἶπε τοῖς ἄρχουσι Βαλὰκ, ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν, οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθʼ ὑμῶν.
Numbers 23:15Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.
Numbers 23:23Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ, καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ Θεός;
Numbers 31:16Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου, ἕνεκεν Φογώρ· καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
1 Samuel 26:2Καὶ ἀνέστη Σαοὺλ, καὶ κατέβη εἰς τὴν ἔρημον Ζὶφ, καὶ μετʼ αὐτοὺ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραὴλ, ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ.