Numbers 25:4
Καὶ εἶπε Κύριος τῷ Μωυσῇ, λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.
Cross References
Exodus 18:25Καὶ ἐπέλεξε Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
Numbers 25:14Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ, υἱὸς Σαλμὼν, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών.
Deuteronomy 4:3Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τῷ Βεελφεγὼρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγὼρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ Θεὸς ὑμῶν ἐξ ὑμῶν.
Deuteronomy 13:7Ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου, ἢ ὁ υἱός σου, ἢ ἡ θυγάτηρ, ἢ ἡ γυνή σου ἡ ἐν κόλπῳ σου, ἢ φίλος ἴσος τῇ ψυχῇς σου λάθρα, λέγων, βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου,
Deuteronomy 13:13Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων,
Deuteronomy 13:17Καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς, καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ, καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι.