Numbers 26:62
Καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραὴλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
61Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινᾷ.
Cross References
Numbers 1:47Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ.
Numbers 3:39Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες.
Numbers 4:48Καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα.
Numbers 18:23Καὶ λειτουργήσει ὁ Λενίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ἰσραὴλ οὐ κληρονομήσουσι κληρονομίαν.
Numbers 35:2σύνταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ δώσουσι τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν· καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσι τοῖς Λευίταις.
Deuteronomy 14:27καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.