Numbers 32:14
Ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 5:3Ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ.
Deuteronomy 1:34Καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν, καὶ παροξυνθεὶς ὤμοσε, λέγων,
2 Chronicles 28:13καὶ εἶπαν αὐτοῖς, οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφʼ ἡμᾶς, ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν, καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
Ezra 10:10Καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἠσυνθετήκατε, καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ.