Obadiah 1:11
Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν ἀδελφοῦ σου Ἰακὼβ, καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
Cross References
2 Kings 25:11Καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει, καὶ τοὺς ἐμπεπτωκότας οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος.
Psalms 137:7Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου.
Joel 3:3Καὶ δώσω τέρατα ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.
Zephaniah 2:10Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν, καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα.