Obadiah 1:18
Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλὸξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 19:20καὶ εἶπε πρὸς τὸν βασιλέα, μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἰερουσαλὴμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ.
Isaiah 5:24Διατοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.
Isaiah 31:9πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι, καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται· τάδε λέγει Κύριος, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ.
Ezekiel 37:16υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον, καὶ γράψον ἐπʼ αὐτὴν τὸν Ἰούδαν, καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπʼ αὐτόν· καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ, ῥάβδον Ἐφραὶμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν.
Joel 2:5Ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
Amos 6:6οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μῦρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.