Παροιμίαι 19:5
Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
μετάφραση των εβδομήκοντα
In The King James Version
A false witness shall not be unpunished, and he that speaketh lies shall not escape.
In Context
4Πλοῦτος προστίθησι φίλους πολλοὺς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
6Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
Cross References
Exodus 23:1Οὐ παραδέξῃ ἀκοὴν ματαίαν· οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.
Deuteronomy 19:16Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου, καταλέγων αὐτοῦ ἀσέβειαν·
1 Kings 2:9Καὶ οὐ μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ σοφὸς εἶ σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
Proverbs 6:19Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀναμέσον ἀδελφῶν.
Proverbs 19:9Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὃς δʼ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπʼ αὐτῆς.