Παροιμίαι 21:8
Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεὸς, ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
The way of man is froward and strange: but as for the pure, his work is right.
In Context
7Ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται, οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
9Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
Cross References
Genesis 6:5Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας·
Job 15:14Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἅμεμπτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;
Proverbs 2:15Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,
Ecclesiastes 9:3Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι· καί γε καρδια υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς.
Isaiah 59:8καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασι, καὶ οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἃς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην.