Παροιμίαι 29:1
Κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου, ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοὶ, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες.
Cross References
1 Samuel 2:25Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; Καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.
1 Kings 17:1Καὶ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαὰβ, ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
1 Kings 22:20Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος οὕτως.
1 Kings 22:34Καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ, ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.
2 Chronicles 33:10Καὶ ἐλάλησε Κύριος ἐπὶ Μανασσῆ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν.