Ψαλμός 127:3
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
Lo, children are an heritage of the LORD: and the fruit of the womb is his reward.
In Context
2Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται.
4Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
Cross References
Genesis 1:28Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Genesis 15:4Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα, οὐ κληρονομήσει σε οὗτος· ἀλλʼ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
Genesis 30:1Ἰδοῦσα δὲ Ῥαχὴλ, ὅτι οὐ τέτοκε τῷ Ἱακώβ· καὶ ἐζήλωσε Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς· καὶ εἶπε τῷ Ἰακὼβ, δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ.
Genesis 41:51Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου, Μανασσῆ· ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου·
Deuteronomy 28:4Εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γης σου, καὶ τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου.
Joshua 24:3Καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἁβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα, καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ,