Ψαλμός 46:3
Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Παντὰ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
4Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
Cross References
1 Kings 19:11Καὶ εἶπεν, ἐξελεύσῃ αὔριον, καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. Καὶλἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τό πνεῦμα συσσεισμὸς, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος·
Job 38:11Εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλʼ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
Psalms 93:3Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται;
Isaiah 5:3Καὶ νῦν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλὴμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου.
Isaiah 54:10οὐδʼ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπε γὰρ ἵλεώς σοι Κύριε.
Jeremiah 5:22Μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος· ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται· καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό.