Ψαλμός 83:4
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· τὰ θυσιαστήριά σου Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
5Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· διάψαλμα.
Cross References
Joshua 9:2συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραὴλ ἅμα πάντες. Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβὰλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραῆλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφʼ οὓς οὐκ ἐπεβλήθη σίδηρος· καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ, καὶ θυσίαν σωτηρίου. Καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ἐνώπιον τῶν υἱῶν Ἰσραήλ. Καὶ πᾶς Ἰσραὴλ, καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ οἱ δικασταὶ, καὶ οἱ γραμματεῖς αὐτῶν, παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖρν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου· καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζὶν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβὰλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. Καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ. Οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραὴλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ.
Proverbs 1:12καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς,
Jeremiah 31:36Διατοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοὶ βουβήσουσι, καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διατοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου.
Ezekiel 38:10Τάδε λέγει Κύριος Κύριος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς,