Ruth 1:20
Καὶ εἶπε πρὸς αὐτὰς, μὴ δὴ καλεῖτέ με Νωεμίν· καλέσατέ με πικρὰν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 43:14Ὁ δὲ Θεός μου δώῃ ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.
Exodus 15:23Ἦλθον δὲ εἰς Μεῤῥᾶ, καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία.
Job 6:4Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
Job 11:7Ἢ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ;
Psalms 73:14ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι.
Isaiah 38:13Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην.