Ruth 4:6
Καὶ εἶπεν ὁ ἀγχιστεὺς, οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 38:8Εἶπε δὲ Ἰούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, καὶ ἐπιγάμβρευσαι αὐτὴν, καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου.
Deuteronomy 25:8Καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τῆς πόλεως αὐτοῦ, καὶ ἐροῦσιν αὐτῷ· καὶ στὰς εἴπῃ, οὐ βούλομαι λαβεῖν αὐτήν·
Ruth 2:20Εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς, εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων· καὶ εἶπεν αὐτῇ Νωεμὶν, ἐγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.
Ruth 3:13Αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τοπρωῒ ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν· ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ· ζῇ Κύριος· κοιμήθητι ἕως τοπρωΐ.