ᾎσμα ᾈσμάτων 4:3
Ὡς σπάρτίον τὸ κόκκικον χείλη σου, καὶ ἡ λαλιά σου ὡραῖα, ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 32:10Εἶπε δὲ Ἰακὼβ, ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω·
Leviticus 14:6Καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήμψεται αὐτὸ, καὶ τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κλωστὸν κόκκινον, καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφʼ ὕδατι ζῶντι.
Numbers 4:8Καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι διʼ αὐτῆς τοὺς ἀναφορεῖς.
Joshua 2:18Ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα διʼ ἧς κατεβίβασας ἡμᾶς διʼ αὐτῆς· τὸν δὲ πατέρα σου, καὶ τὴν μητέρα σου, καὶ τοὺς ἀδελφούς σου, καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.