Zechariah 1:4
Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες, τάδε λέγει Κύριος παντοκράτωρ, ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν· καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
5Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται;
Cross References
2 Chronicles 24:19Καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.
2 Chronicles 30:6Καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως, λέγοντες, οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ, καὶ ἐπιστρέψατε τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ.
2 Chronicles 34:21πορεύθητε, ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου, τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
Ezra 9:7Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καιὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.
Psalms 78:8Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων, ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα.