Zechariah 10:3
Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ, τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 4:31Καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλίψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησε.
Job 39:25Σάλπιγγος δὲ σημαινούσης, λέγει, εὖγε· πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ.
Song of Solomon 1:9Τῇ ἵππῳ μου ἐν ἅρμασε Φαραὼ ὡμοίωσά σε ἡ πλησίον μου.
Isaiah 24:21Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.
Jeremiah 10:21Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διατοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν,
Jeremiah 23:1Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν.