Zechariah 12:4
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 28:28Πατάξαι σε Κύριος παραπληξίᾳ, καὶ ἀορασίᾳ, καὶ ἐκστάσει διανοίας.
2 Kings 6:14Καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
2 Chronicles 6:20τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς προσεύχεται ὁ παῖς σου εἰς τὸν τόπον τοῦτον·
2 Chronicles 7:15Καὶ νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι, καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.
Psalms 76:5Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.
Isaiah 37:17Κλῖνον Κύριε τὸ οὖς σου, εἰσάκουσον Κύριε, ἄνοιξον Κύριε τοὺς ὀφθαλμούς σου, εἴσβλεψον Κύριε, καὶ ἴδε τοὺς λόγους Σενναχηρεὶμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.