The Bible Software
bible.software › Zechariah › Zechariah 14 › Zechariah 14:3

Zechariah 14:3

Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.

μετάφραση των εβδομήκοντα

In The King James Version

Then shall the LORD go forth, and fight against those nations, as when he fought in the day of battle.

In Context

2καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.

4Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς Νότον.

Read all of Zechariah 14

Cross References

Exodus 15:1Τότε ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ, καὶ εἶπαν, λέγοντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν.

Joshua 10:14Καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ.

2 Chronicles 20:15Καὶ εἶπεν, ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς, μὴ φοβεῖσθε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλʼ ἢ τῷ Θεῷ.

Isaiah 29:7Καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθʼ ὕπνους νυκτὸς, ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἀριὴλ, καὶ πάντες οἱ στρατευόμενοι ἐπὶ Ἰερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπʼ αὐτὴν, καὶ οἱ θλίβοντες αὐτήν.

Isaiah 66:15Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Zechariah 14:3

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Zechariah 14:2Zechariah 14Zechariah 14:4 →