Zechariah 7:5
εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς, καὶ πρὸς τοὺς ἱερεῖς, λέγων, ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύκατέ μοι;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4Καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς ἐμὲ, λέγων,
6Καὶ ἐὰν φάγητε ἢ πίητε, οὐκ ὑμεῖς ἔσθετε καὶ πίνετε;
Cross References
2 Kings 25:25Καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ, καὶ ἐπάταξε τὸν Γοδολίαν καὶ ἀπέθανε, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν Μασσηφά.
Isaiah 58:3λέγοντες, τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.
Jeremiah 25:11Καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμὸν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη.
Zechariah 1:12Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, Κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες, τοῦτο ἑβδομηκοστὸν ἔτος;
Zechariah 7:6Καὶ ἐὰν φάγητε ἢ πίητε, οὐκ ὑμεῖς ἔσθετε καὶ πίνετε;