2 Παραλειπομένων 11
1ΚΑΙ ἦλθε πᾶς Ἰσραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Ἰσραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.
3καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.
4Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ (αὕτη Ἰεβούς), καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ·
5οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ).
6καὶ εἶπε Δαυίδ· πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα.
7καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ·
8καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν.
9καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.
10Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ·
11καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβάαλ υἱὸς Ἀχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.
12καὶ μετ᾿ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαΐ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς.
13οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·
14καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.
15καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.
16καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.
17καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;
18καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν·
19ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
20καὶ Ἀβεσαὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
21ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
22καὶ Βαναίας υἱὸς Ἰωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·
23καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
24ταῦτα ἐποίησε Βαναίας υἱὸς Ἰωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς·
25ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
26καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ,
27Σαμμὼθ ὁ Ἀρωρί, Χελλὴς ὁ Φελωνί,
28Ὡρὰ υἱὸς Ἐκκὶς ὁ Θεκωί, Ἀβιέζερ ὁ Ἀναθωθί,
29Σοβοχαὶ ὁ Ἀσωθί, Ἠλὶ ὁ Ἀχωνί,
30Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί,
31Αἰρὶ υἱὸς Ρεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί,
32Οὐρὶ ἐκ Ναχαλὶ Γάας, Ἀβιὴλ ὁ Γαραβαιθί,
33Ἀζμὼθ ὁ Βαρωμί, Ἐλιαβὰ ὁ Σαλαβωνί,
34υἱὸς Ἀσὰμ τοῦ Γιζωνίτου, Ἰωνάθαν υἱὸς Σωλὰ ὁ Ἀραρί,
35Ἀχὶμ υἱὸς Ἀχὰρ ὁ Ἀραρί, Ἐλφὰτ υἱὸς Θυροφὰρ
36ὁ Μεχωραθρί, Ἀχία ὁ Φελλωνί,
37Ἠσερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς Ἀζοβαί,
38Ἰωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς Ἀγαρί,
39Σελὴ ὁ Ἀμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη Ἰωὰβ υἱῷ Σαρουΐα,
40Ἰρὰ ὁ Ἰεθρί, Γαρὴβ ὁ Ἰεθρί,
41Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς Ἀχαϊά,
42Ἀδινὰ υἱὸς Σαιζὰ τοῦ Ρουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα.
43Ἀνὰν υἱὸς Μοωχά, καὶ Ἰωσαφὰτ ὁ Ματθανί,
44Ὀζία ὁ Ἀσταρωθί, Σαμαθὰ καὶ Ἰειὴλ υἱοὶ Χωθὰμ τοῦ Ἀραρί,
45Ἰεδιὴλ υἱὸς Σαμερὶ καὶ Ἰωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ,
46Ἐλιὴλ ὁ Μαωΐ καὶ Ἰαριβί, καὶ Ἰωσία υἱὸς αὐτοῦ, Ἐλλαὰμ καὶ Ἰεθαμὰ ὁ Μωαβίτης,
47Δαλιὴλ καὶ Ὠβὴδ καὶ Ἰεσσιὴλ ὁ Μεσωβία.