2 Παραλειπομένων 14:1
ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Read all of 2 Παραλειπομένων 14
Cross References
2 Samuel 5:11καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.
1 Kings 5:1[Καὶ Σαλωμὼν ἦν ἐξουσιάζων ἐν πᾶσι τοῖς βασιλείοις ἀπὸ τοῦ ποταμοῦ γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου προσεγγίζοντες δῶρα καὶ δουλεύοντες τῷ Σαλωμὼν πάσας ἡμέρας ζωῆς αὐτοῦ.] ΚΑΙ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμὼν καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον·
1 Kings 5:18καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.
1 Chronicles 17:1ΚΑΙ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.
2 Chronicles 2:2καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπ' αὐτῶν τρισχίλιοι ἑξακόσιοι.