The Bible Software
1 Chronicles · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

1 Chronicles 20

1ΚΑΙ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ἰωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Ἀμμών· καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ραββά· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ· καὶ ἐπάταξεν Ἰωὰβ τὴν Ραββὰ καὶ κατέσκαψεν αὐτήν.

2καὶ ἔλαβε Δαυὶδ τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.

3καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι· καὶ οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς Ἀμμών. καὶ ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ἱερουσαλήμ.

4καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ τὸν Σαφοὺ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων, καὶ ἐταπείνωσεν αὐτόν.

5καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ἐλλανὰν υἱὸς Ἰαΐρ τὸν Λαχμὶ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.

6καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.

7καὶ ὠνείδισε τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυίδ.

8οὗτοι ἐγένοντο Ραφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.

← 1 Chronicles 19Read In The App, Free →1 Chronicles 21 →

Study 1 Chronicles 20

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829